Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 6.23 Dem. 6.27 (English) >>Dem. 6.31

6.25ἐλευθερίαν; εἶτʼ οὐχ ὁρᾶτε Φίλιππον ἀλλοτριωτάτας ταύτῃ καὶ τὰς προσηγορίας ἔχοντα; βασιλεὺς γὰρ καὶ τύραννος ἅπας ἐχθρὸς ἐλευθερίᾳ καὶ νόμοις ἐναντίος. οὐ φυλάξεσθʼ ὅπως,” ἔφην, “μὴ πολέμου ζητοῦντες ἀπαλλαγῆναι δεσπότην εὕρητε;”

6.26ταῦτʼ ἀκούσαντες ἐκεῖνοι, καὶ θορυβοῦντες ὡς ὀρθῶς λέγεται, καὶ πολλοὺς ἑτέρους λόγους παρὰ τῶν πρέσβεων καὶ παρόντος ἐμοῦ καὶ πάλιν ὕστερον, ὡς ἔοικεν, οὐδὲν μᾶλλον ἀποσχήσονται τῆς Φιλίππου φιλίας οὐδʼ ὧν ἐπαγγέλλεται. 6.27καὶ οὐ τοῦτʼ ἔστʼ ἄτοπον, εἰ Μεσσήνιοι καὶ Πελοποννησίων τινὲς παρʼ τῷ λογισμῷ βέλτισθʼ ὁρῶσί τι πράξουσιν, ἀλλʼ ὑμεῖς οἱ καὶ συνιέντες αὐτοὶ καὶ τῶν λεγόντων ἀκούοντες ἡμῶν, ὡς ἐπιβουλεύεσθε, ὡς περιστοιχίζεσθε, ἐκ τοῦ μηδὲν ἤδη ποιῆσαι λήσεθʼ, ὡς ἐμοὶ δοκεῖ, πάνθʼ ὑπομείναντες· οὕτως παραυτίχʼ ἡδονὴ καὶ ῥᾳστώνη μεῖζον ἰσχύει τοῦ ποθʼ ὕστερον συνοίσειν μέλλοντος.

6.28περὶ μὲν δὴ τῶν ἡμῖν πρακτέων καθʼ ὑμᾶς αὐτοὺς ὕστερον βουλεύσεσθε, ἂν σωφρονῆτε· δὲ νῦν ἀποκρινάμενοι τὰ δέοντʼ ἂν εἴητʼ ἐψηφισμένοι, ταῦτʼ ἤδη λέξω.Ἀπόκρισις

ἦν μὲν οὖν δίκαιον, ἄνδρες Ἀθηναῖοι, τοὺς ἐνεγκόντας τὰς ὑποσχέσεις, ἐφʼ αἷς ἐπείσθητε ποιήσασθαι τὴν εἰρήνην, καλεῖν· 6.29οὔτε γὰρ αὐτὸς ἄν ποθʼ ὑπέμεινα πρεσβεύειν, οὔτʼ ἂν ὑμεῖς οἶδʼ ὅτι ἐπαύσασθε πολεμοῦντες, εἰ τοιαῦτα πράξειν τυχόντʼ εἰρήνης Φίλιππον ᾤεσθε· ἀλλʼ ἦν πολὺ τούτων ἀφεστηκότα τὰ τότε λεγόμενα. καὶ πάλιν γʼ ἑτέρους καλεῖν. τίνας; τοὺς ὅτʼ ἐγὼ γεγονυίας ἤδη τῆς εἰρήνης ἀπὸ τῆς ὑστέρας ἥκων πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους, αἰσθόμενος φενακιζομένην τὴν πόλιν, προὔλεγον καὶ διεμαρτυρόμην καὶ οὐκ εἴων προέσθαι Πύλας οὐδὲ Φωκέας,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 6.23 Dem. 6.27 (English) >>Dem. 6.31

Powered by PhiloLogic